Add parallel Print Page Options

24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ [a]ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 [b]εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς [c]εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν [d]ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:25 ἐλθόντα WH Treg NIV ] ὅτε εἰσῆλθεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:26 εἰπόντος δέ WH Treg NIV ] Λέγει αὐτῷ ὁ Πέτρος RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 εἰς WH Treg NA ] + τὴν NIV RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 ἀναβάντα WH Treg NIV ] ἀναβαίνοντα RP